ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:1-22
SBL Greek New Testament
16 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. 2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ. 3 καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. 4 ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα [a]αὐτῶν μνημονεύητε [b]αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν.
Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ’ ὑμῶν ἤμην. 5 νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; 6 ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. 7 ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν [c]γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος [d]οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. 8 καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· 9 περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· 10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν [e]πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· 11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
12 Ἔτι πολλὰ ἔχω [f]ὑμῖν λέγειν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· 13 ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς [g]ἐν τῇ ἀληθείᾳ πάσῃ, οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα [h]ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14 ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν. 15 πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.
16 Μικρὸν καὶ [i]οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ [j]με. 17 εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί· [k]Ὅτι ὑπάγω πρὸς τὸν πατέρα; 18 ἔλεγον οὖν· [l]Τί ἐστιν τοῦτο ὃ [m]λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ. 19 [n]ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· [o]ὑμεῖς λυπηθήσεσθε, ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. 21 ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. 22 καὶ ὑμεῖς οὖν [p]νῦν μὲν λύπην ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς [q]αἴρει ἀφ’ ὑμῶν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:4 *αὐτῶν WH Treg NA ] – NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:4 *αὐτῶν WH Treg RP NA ] – NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:7 γὰρ WH Treg NIV ] + ἐγὼ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:7 οὐ μὴ ἔλθῃ WH Treg ] οὐκ ἐλεύσεται NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:10 πατέρα WH Treg NIV ] + μου RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:12 ὑμῖν λέγειν WH Treg NIV ] λέγειν ὑμῖν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:13 ἐν τῇ ἀληθείᾳ πάσῃ NIV] εἰς τὴν ἀλήθειαν πᾶσαν WH Treg; εἰς πᾶσαν τὴν ἀλήθειαν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:13 ἀκούσει Treg NIV ] ἀκούει WH; ἂν ἀκούσῃ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:16 οὐκέτι WH Treg NIV ] οὐ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:16 με WH Treg NIV ] + ὅτι ὑπάγω πρὸς τὸν πατέρα RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:17 Ὅτι WH Treg NIV ] + Ἐγὼ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:18 Τί ἐστιν τοῦτο WH Treg NIV ] Τοῦτο τί ἐστιν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:18 λέγει WH Treg ] + τὸ NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:19 ἔγνω WH Treg ] + ὁ NIV; + οὖν ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:20 ὑμεῖς WH Treg NIV ] + δὲ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:22 νῦν μὲν λύπην WH Treg NIV ] λύπην μὲν νῦν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:22 αἴρει NIV RP ] ἀρεῖ WH Treg
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software